Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.119 Joseph. AJ 4.124 (English) >>Joseph. AJ 4.128

4.122οὐδὲν γὰρ ἐν ἡμῖν ἔτι φθάσαντος εἰσελθεῖν ἐκείνου ἡμέτερον. ἔγωγʼ οὖν τὸν στρατὸν τοῦτον οὔτʼ ἐπαινέσαι προεθέμην οὔτʼ ἐφʼ οἷς τὸ γένος αὐτῶν θεὸς ἀγαθοῖς ἐμηχανήσατο διελθεῖν, ἀλλʼ εὐμενὴς αὐτοῖς οὗτος ὢν καὶ σπεύδων αὐτοῖς εὐδαίμονα βίον καὶ κλέος αἰώνιον παρασχεῖν ἐμοὶ τοιούτων ἀπαγγελίαν λόγων ὑπέθετο. 4.123νῦν δέ, χαρίζεσθαί τε γὰρ αὐτῷ σοὶ διὰ σπουδῆς ἐστί μοι καὶ Μαδιηνίταις, ὧν ἀπώσασθαί μοι τὴν ἀξίωσιν οὐκ εὐπρεπές, φέρε βωμούς τε ἑτέρους αὖθις ἐγείρωμεν καὶ θυσίας ταῖς πρὶν παραπλησίας ἐπιτελέσωμεν, εἰ πεῖσαι τὸν θεὸν δυνηθείην ἐπιτρέψαι μοι τοὺς 4.124ἀνθρώπους ἀραῖς ἐνδῆσαι.” συγχωρήσαντος δὲ τοῦ Βαλάκου δὶς μὲν τεθυκότι τὸ θεῖον οὐκ ἐπένευσε τὰς κατὰ τῶν Ἰσραηλιτῶν ἀράς, θύσας δὲ καὶ τρίτον ἄλλων πάλιν ἀνασταθέντων βωμῶν οὐδὲ τότε μὲν κατηράσατο τοῖς Ἰσραηλίταις, 4.125πεσὼν δʼ ἐπὶ στόμα πάθη προύλεγεν ὅσα τε βασιλεῦσιν ἔσται καὶ ὅσα πόλεσι ταῖς ἀξιολογωτάταις, ὧν ἐνίαις οὐδʼ οἰκεῖσθαί πω συνέβαινε τὴν ἀρχήν, τε καὶ προϋπῆρξεν ἐν τοῖς ἔμπροσθεν χρόνοις γενόμενα τοῖς ἀνθρώποις διὰ γῆς θαλάσσης εἰς μνήμην τὴν ἐμήν. ἐξ ὧν ἁπάντων λαβόντων τέλος ὁποῖον ἐκεῖνος προεῖπε τεκμαίροιτʼ ἄν τις, τι καὶ ἔσοιτο πρὸς τὸ μέλλον.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.119 Joseph. AJ 4.124 (English) >>Joseph. AJ 4.128

Powered by PhiloLogic